Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.170 Dem. 24.173 (English) >>Dem. 24.176

24.172ὅτι τοίνυν οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηνται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτοὺς πότερʼ αὐτοῖς δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν τοὺς τὰ κοίνʼ ὑφαιρουμένους. 24.173τίνος οὖν ἕνεκʼ, Τιμόκρατες καὶ Ἀνδροτίων, ἐτῶν ὄντων πλειόνων τριάκοντʼ ἀφʼ οὗ γʼ ἕτερος ὑμῶν πολιτεύεται, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν, οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος, οὐδʼ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν πόλις πάσχει, ἀλλʼ ἐνταῦθʼ ἐφάνηθʼ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι; 24.174βούλεσθʼ, ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τούτων μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν τὰ τῶν ὀλίγων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.170 Dem. 24.173 (English) >>Dem. 24.176

Powered by PhiloLogic